Luke 5

1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ
 καὶ = WH Treg NA/NIV: || τοῦ = RP
καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ,
2καὶ εἶδεν
 δύο πλοῖα = Treg NA/NIV RP: || πλοῖα δύο = WH
δύο πλοῖα ⸃ ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς
 ἀπ᾽ αὐτῶν ἀποβάντες = WH Treg NA/NIV: || ἀποβάντες ἀπ᾽ αὐτῶν = RP
ἀπ᾽ αὐτῶν ἀποβάντες ⸃
 ἔπλυνον = WH Treg NA/NIV: || ἀπέπλυναν = RP
ἔπλυνον τὰ δίκτυα.
3ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων,
 ἦν = WH Treg NA/NIV: || ἦν τοῦ = RP
ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον,
 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν = WH NA/NIV: || καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου = Treg RP
καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν ⸃ τοὺς ὄχλους.
4ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5καὶ ἀποκριθεὶς
 Σίμων = WH Treg NA/NIV: || ὁ Σίμων = RP
Σίμων
 εἶπεν = WH NA/NIV: || εἶπεν αὐτῷ = Treg RP
εἶπεν· Ἐπιστάτα, δι᾽
 ὅλης = WH Treg NA/NIV: || ὅλης τῆς = RP
ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω
 τὰ δίκτυα = WH Treg NA/NIV: || τὸ δίκτυον = RP
τὰ δίκτυα ⸃.
6καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ,
 διερρήσσετο = WH Treg NA/NIV: || διερρήγνυτο = RP
διερρήσσετο δὲ
 τὰ δίκτυα = WH Treg NA/NIV: || τὸ δίκτυον = RP
τὰ δίκτυα ⸃ αὐτῶν.
7καὶ κατένευσαν τοῖς
 μετόχοις = WH Treg NA/NIV: || μετόχοις τοῖς = RP
μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.
8ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· 9θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων
 ὧν = WH Treg NA/NIV: || ᾗ = RP
ὧν συνέλαβον,
10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα
 ὁ = Treg NA/NIV RP: || [omit] = WH
Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες
 πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα ἠκολούθησαν αὐτῷ.

12Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας·
 καὶ ἰδὼν = Treg RP: || ἰδὼν δὲ = WH NA/NIV
καὶ ἰδὼν ⸃ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
13καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ
 εἰπών = RP: || λέγων = WH Treg NA/NIV
εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15διήρχετο δὲ μᾶλλον λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ
 θεραπεύεσθαι = WH Treg NA/NIV: || θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ = RP
θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι
 αὐτόν = WH NA/NIV: || αὐτούς = Treg RP
αὐτόν.
18καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ
 θεῖναι = Treg RP: || θεῖναι αὐτὸν = WH NA/NIV
θεῖναι ἐνώπιον αὐτοῦ.
19καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20καὶ ἰδὼν τὴν πίστιν αὐτῶν
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν αὐτῷ = RP
εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται
 ἁμαρτίας ἀφεῖναι = WH Treg NA/NIV: || ἀφεῖναι ἁμαρτίας = RP
ἁμαρτίας ἀφεῖναι ⸃ εἰ μὴ μόνος θεός;
22ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, εἰπεῖν·
 Ἔγειρε = WH Treg NA/NIV: || Ἔγειραι = RP
Ἔγειρε καὶ περιπάτει;
24ἵνα δὲ εἰδῆτε ὅτι
 ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει = WH Treg NA/NIV: || ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου = RP
υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ⸃ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω,
 ἔγειρε = WH Treg NA/NIV: || ἔγειραι = RP
ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
25καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. 26καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.

27Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28καὶ καταλιπὼν
 πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα ἀναστὰς
 ἠκολούθει = WH Treg NA/NIV: || ἠκολούθησεν = RP
ἠκολούθει αὐτῷ.

29Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος
 πολὺς τελωνῶν = WH Treg NA/NIV: || τελωνῶν πολὺς = RP
πολὺς τελωνῶν ⸃ καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30καὶ ἐγόγγυζον οἱ
 Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν = WH Treg NA/NIV: || γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι = RP
Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν ⸃ πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

33Οἱ δὲ εἶπαν πρὸς αὐτόν·
 Οἱ = WH NA/NIV: || Διὰ τί οἱ = Treg RP
Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
34
 δὲ = RP: || δὲ Ἰησοῦς = WH Treg NA/NIV
δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι
 νηστεῦσαι = WH Treg NA/NIV: || νηστεύειν = RP
νηστεῦσαι;
35ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα
 ἀπὸ = WH Treg NA/NIV: || [omit] = RP
ἀπὸ ἱματίου καινοῦ
 σχίσας = WH Treg NA/NIV: || [omit] = RP
σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν
 σχίσει = WH Treg NA/NIV: || σχίζει = RP
σχίσει καὶ τῷ παλαιῷ οὐ
 συμφωνήσει τὸ ἐπίβλημα = WH Treg NA/NIV: || συμφωνεῖ = RP
συμφωνήσει τὸ ἐπίβλημα ⸃ τὸ ἀπὸ τοῦ καινοῦ.
37καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει
 οἶνος ὁ νέος = WH Treg NA/NIV: || νέος οἶνος = RP
οἶνος νέος ⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς
 βλητέον = WH NA/NIV: || βλητέον καὶ ἀμφότεροι συντηροῦνται = Treg RP
βλητέον.
39
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ οὐδεὶς πιὼν
 παλαιὸν = WH Treg NA/NIV: || παλαιὸν εὐθέως = RP
παλαιὸν θέλει νέον· λέγει γάρ· παλαιὸς
 χρηστός = WH Treg NA: || χρηστότερός = NIV RP
χρηστός ἐστιν.



Copyright information for SBLG